Παρθένος Ηριγόνη
Scholia In Homerum, Scholia in Iliadem Ἱκάριος γένος μὲν ἦν Ἀθηναῖοςἔσχε δὲ θυγατέρα Ἠριγόνην, ἥτις κύνανήπιον ἔτρεφε. Nonnus Epic., Dionysiaca Ζεὺς δὲ πατὴρ ἐλέαιρεν· ἐν ἀστερόεντι δὲ κύκλῳ Ἠριγόνην στήριξε Λεοντείῳ παρὰ νώτῳ· παρθενικὴ δ’ ἄγραυλος ἔχει στάχυν· οὐ γὰρ ἀείρειν ἤθελεν οἴνοπα βότρυν ἑοῦ γενέταο φονῆα. Nonnus Epic., Dionysiaca καὶ τὰ μὲν ἔπλασε μῦθος Ἀχαιικὸς ἠθάδα πειθὼψεύδεϊ συγκεράσας· τὸ δ’ ἐτήτυμον, ὑψιμέδων Ζεὺςψυχὴν Ἠριγόνης σταχυώδεος ἀστέρι Κούρηςοὐρανίης ἐπένειμεν ὁμόζυγον, αἰθερίου δὲἄγχι Κυνὸς κύνα θῆκεν ὁμοίιον εἴδεϊ μορφῆς,Σειρίου, ὃν καλέουσιν, ὁμόσσυτον, Ἰκαρίου δὲψυχὴν ἠερόφοιτον ἐπεξύνωσε Βοώτῃ. Constantinus VII Porphyrogenitus Imperator Hist., De insidiis καὶ ἐποίησε βασιλέα εὐθέως ἡ γυνὴ αὐτοῦΚλυταιμνήστρα […]