Διόνυσος Σαώτης
ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΒΔΟΜΟΝ Ἤδη δ’ ἀενάοιο βίου παλιναυξέι καρπῷ ἄρσενα θηλυτέρῃ γόνιμον σπόρον αὔλακι μίξας ἄσπορον ἤροσε κόσμον Ἔρως, φιλότητος ἀροτρεύς· καὶ φύσις ἐρρίζωτο, τιθηνήτειρα γενέθλης, καὶ χθονὶ πῦρ κεράσασα καὶ ἠέρι σύμπλοκον ὕδωρ ἀνδρομέην μόρφωσε γονὴν τετράζυγι δεσμῷ. ἀλλὰ βίον μερόπων ἑτερότροπος εἶχεν ἀνίη ἀρχόμενον καμάτοιο καὶ οὐ λήγοντα μερίμνης. καὶ Διὶ παμμεδέοντι δυηπαθέων γένος ἀνδρῶν ἄμμορον εὐφροσύνης ἐπεδείκνυε σύντροφος Αἰών· οὔ πω γὰρ τοκετοῖο λεχώια νήματα λύσας Βάκχον ἀνηκόντιζε πατὴρ ἐγκύμονι μηρῷ, ἀνδρομέης ἄμπαυμα μεληδόνος· οὐ τότε λοιβὴ ἠερίους ἐμέθυσσε […]