Xenophon Hist., HellenicaBook 3, chapter 2, section 19, line 4 τὸ δ’ Ἑλληνικὸν εἰς Λεύκοφρυν, ἔνθα ἦν Ἀρτέμιδός τε ἱερὸν μάλα ἅγιον καὶ λίμνη πλέον ἢ σταδίου ὑπόψαμμος ἀέναος ποτέμου καὶ θερμοῦ ὕδατος. Strabo Geogr., GeographicaBook 14, chapter 1, section 40, line 11 Ἐνταῦθα δ’ ἦν καὶ τὸ τῆς Δινδυμήνης ἱερὸν μη-τρὸς θεῶν· ἱεράσασθαι δ’ αὐτοῦ τὴν Θεμιστοκλέουςγυναῖκα, οἱ δὲ θυγατέρα παραδιδόασι· νῦν δ’ οὐκ ἔστιτὸ ἱερὸν διὰ τὸ τὴν πόλιν εἰς ἄλλον μετῳκίσθαι τόπον·ἐν δὲ τῇ νῦν πόλει τὸ τῆς Λευκοφρυήνης ἱερὸν ἔστινἈρτέμιδος, ὃ τῷ μὲν μεγέθει τοῦ ναοῦ καὶ τῷ πλήθειτῶν ἀναθημάτων λείπεται τοῦ ἐν Ἐφέσῳ, τῇ δ’ εὐ–ρυθμίᾳ καὶ τῇ τέχνῃ τῇ περὶ τὴν κατασκευὴν τοῦ ση-κοῦ πολὺ διαφέρει· καὶ τῷ μεγέθει ὑπεραίρει πάνταςτοὺς ἐν Ἀσίᾳ πλὴν δυεῖν, τοῦ ἐν Ἐφέσῳ καὶ τοῦ ἐν Δι-δύμοις. καὶ τὸ παλαιὸν δὲ συνέβη τοῖς Μάγνησιν ὑπὸ Τρηρῶν ἄρδην ἀναιρεθῆναι,