μύστιδι τέχνῃ ὄργια νυκτελίοιο διδασκομένη Διονύσου
ἣ τότε Βάκχον ἑλοῦσα θεοτρεφέων ἀπὸ μαζῶν ἀπροϊδῆ ζοφόεντι κατεκλήισε βερέθρῳ· καὶ Διὸς αὐτοβόητος ἀπαγγέλλουσα λοχείην μαρμαρυγὴ σελάγιζε καταυγάζουσα προσώπου· τοῖχοι δ’ ἀχλυόεντες ἐλευκαίνοντο μελάθρου, καὶ ζόφον ἔκρυφε φέγγος ἀθηήτου Διονύσου. καὶ Βρομίῳ παίζοντι παρέζετο πάννυχος Ἰνώ· πολλάκι δ’ ἀστήρικτος ἀναθρῴσκων Μελικέρτης χείλεσιν ἀντιτύποισιν ἀνέσπασε γείτονα θηλὴν εὔια παππάζοντι παρερπύζων Διονύσῳ. καὶ θεὸν ἔτρεφε Μύστις ἑῆς μετὰ μαζὸν ἀνάσσης ὄμμασιν ἀγρύπνοισι παρεδρήσσουσα Λυαίῳ· καὶ πινυτὴ θεράπαινα φερώνυμα μύστιδι τέχνῃ ὄργια νυκτελίοιο διδασκομένη Διονύσου καὶ τελετὴν ἄγρυπνον ἐπεντύνουσα Λυαίῳ πρώτη ῥόπτρον ἔσεισεν, ἐπεπλατάγησε δὲ Βάκχῳ κύμβαλα δινεύουσα περίκροτα δίζυγι χαλκῷ· […]
μύστιδι τέχνῃ ὄργια νυκτελίοιο διδασκομένη Διονύσου Read More »
Blog