Νόννος

…ἀθανάτην σε καλέσσω

….ἔγραφεν εἰς μέσα νῶτα ποθοβλήτοιο φαρέτρης· ’πρῶτος ἄγει Κρονίωνα βοώπιδος ἐς λέχος Ἰοῦς·’ ’δεύτερος Εὐρώπην μνηστεύεται ἅρπαγι ταύρῳ·’ ’Πλουτοῦς εἰς ὑμέναιον ἄγει τρίτος ἀρχὸν Ὀλύμπου·’ ’τέτρατος εἰς Δανάην καλέει χρύσειον ἀκοίτην·’ ’πέμπτος ἐπεντύνει Σεμέλῃ φλογεροὺς ὑμεναίους·’ ’αἰετὸν Αἰγίνῃ πρόμον αἰθέρος ἕκτος ὀπάζει·’ ’ἕβδομος Ἀντιόπην Σατύρῳ δολόεντι συνάπτει·’ ’ὄγδοος ἔμφρονα κύκνον ἄγει γυμνόχροϊ Λήδῃ·’ ’εἴνατος ἵππια λέκτρα φέρει Περραιβίδι Δίῃ·’ ’θέλγεται Ἀλκμήνης δεκάτῳ τρισέληνος ἀκοίτης·’ ’ἑνδέκατος μεθέπει νυμφεύματα Λαοδαμείης·’   ’δωδέκατος τριέλικτον Ὀλυμπιάδος πόσιν ἕλκει.’ ἀλλ’ ὅτε πάντας ὄπωπεν Ἔρως στοιχηδὸν ἀφάσσων, ἄλλους μὲν μεθέηκε […]

…ἀθανάτην σε καλέσσω Read More »

Blog, , , ,

Διόνυσος Σαώτης

ΔΙΟΝΥΣΙΑΚΩΝ ΕΒΔΟΜΟΝ Ἤδη δ’ ἀενάοιο βίου παλιναυξέι καρπῷ ἄρσενα θηλυτέρῃ γόνιμον σπόρον αὔλακι μίξας ἄσπορον ἤροσε κόσμον Ἔρως, φιλότητος ἀροτρεύς· καὶ φύσις ἐρρίζωτο, τιθηνήτειρα γενέθλης, καὶ χθονὶ πῦρ κεράσασα καὶ ἠέρι σύμπλοκον ὕδωρ ἀνδρομέην μόρφωσε γονὴν τετράζυγι δεσμῷ. ἀλλὰ βίον μερόπων ἑτερότροπος εἶχεν ἀνίη ἀρχόμενον καμάτοιο καὶ οὐ λήγοντα μερίμνης. καὶ Διὶ παμμεδέοντι δυηπαθέων γένος ἀνδρῶν ἄμμορον εὐφροσύνης ἐπεδείκνυε σύντροφος Αἰών· οὔ πω γὰρ τοκετοῖο λεχώια νήματα λύσας  Βάκχον ἀνηκόντιζε πατὴρ ἐγκύμονι μηρῷ, ἀνδρομέης ἄμπαυμα μεληδόνος· οὐ τότε λοιβὴ ἠερίους ἐμέθυσσε

Διόνυσος Σαώτης Read More »

Blog, , , , ,
Scroll to Top